Πέμπτη 13 Απριλίου 2017

Μἐγα Εὐχἐλαιον....




Ναί, Κύριε, τὴν ἰατρικήν σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον· ἅψαι τοῦ σώματος, σβέσον τὸν πυρετόν, πράϋνον τὸ πάθος, καὶ πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Γενοῦ ἰατρὸς τῶν δούλων σου τούτων· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως· σῴους καὶ ὁλοκλήρους χάρισαι αὐτοὺς τῇ Ἐκκλησίᾳ Σου, εὐαρεστοῦντας καὶ ποιοῦντας τὸ θέλημά Σου. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμάς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου